Scroll 8

1
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
2
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
3
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
4
αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
5
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
6
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
7
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
8
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
9
αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
10
ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
11
ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
12
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
13
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
14
τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
15
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
16
τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
17
γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
18
εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
19
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
20
πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
21
ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
22
Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
23
ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
24
αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
25
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
26
δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
27
τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.
28
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
29
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
31
ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
32
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
33
ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
34
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35
ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
36
βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
37
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
38
τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
39
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
40
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.
41
ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
42
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
43
χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
44
χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
45
μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
46
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
47
Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
48
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
49
ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50
λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
51
αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
52
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
53
οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
54
ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
55
Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
56
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
57
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
58
πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
59
πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
60
οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
61
σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
62
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
63
ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
64
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
66
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
67
τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
68
ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
69
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
70
ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
71
Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
72
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
73
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
74
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
75
αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
76
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
77
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
78
ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
79
οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
80
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
81
οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
82
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
83
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
84
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
85
ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
86
σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
87
ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
88
φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
89
ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90
Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
91
εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
92
σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
93
διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
94
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
95
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
96
ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
97
ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
98
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
99
Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100
στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
101
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
102
ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
103
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
104
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
105
ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
106
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
107
κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
108
οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
109
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
110
Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
111
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
112
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
113
Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
114
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115
τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
116
Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
117
μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
118
τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
119
καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
120
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
121
ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
122
ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
123
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
124
Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
125
τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
126
κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
127
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
128
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
129
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
131
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
132
εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
133
βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
134
κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
135
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
136
τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
137
Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
138
δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
139
Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
140
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
141
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
142
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
143
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
144
οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
145
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
146
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
147
ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
148
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
149
Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150
ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
151
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
152
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
153
εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
154
ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
156
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
157
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
158
αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
159
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
161
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
162
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
163
νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
164
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
165
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
166
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
167
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
168
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
169
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170
τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
171
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
172
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
173
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
174
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
175
γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
176
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
177
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
178
ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
179
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
180
ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
181
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
182
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
183
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
184
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
185
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
186
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
187
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
188
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
189
οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
190
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
191
ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
192
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
193
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
194
αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
195
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
196
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
197
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
198
ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
199
σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
201
ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
202
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
203
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
204
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
205
εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
206
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
207
αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
208
τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
209
Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
210
οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
211
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
212
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
213
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
214
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215
εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
216
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
217
καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
218
εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
219
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220
βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
221
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
222
στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
223
ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
224
ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
225
ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
226
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
227
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
228
αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
229
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230
ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
231
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
232
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
233
Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
234
στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
235
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
236
Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
237
τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
238
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
239
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240
ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
241
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
242
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
243
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
244
μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
245
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
246
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
247
αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
248
νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
249
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250
ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
251
οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
252
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
253
ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
254
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255
τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
256
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
257
Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
258
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
259
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
260
ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
261
τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
262
τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
263
τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
264
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265
τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
266
Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
267
στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
268
ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
269
παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
270
βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
271
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
272
εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
273
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
274
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
275
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
276
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
277
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
278
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
279
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
280
στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
281
Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
282
βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
283
πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
284
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
285
τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
286
σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
287
αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
288
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
289
πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290
ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
291
ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
292
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
293
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
294
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295
παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
296
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
297
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
298
πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
299
τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
300
ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
301
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
302
καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
303
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
304
τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305
καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
306
μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
307
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
308
ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
309
Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
311
ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
312
ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
313
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
314
ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
316
Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
317
τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
318
Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
319
ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
320
αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
321
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
322
βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
323
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
324
θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
325
αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
326
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
327
τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
328
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
329
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330
Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
331
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
332
τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
333
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
334
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335
ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
336
οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
337
Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
338
ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
339
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
341
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
342
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
343
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
344
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
346
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
347
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
348
Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
349
Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350
τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
351
αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
352
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
353
ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
354
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355
ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
356
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
357
τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
358
καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
359
χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
360
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
361
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
362
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
363
τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
364
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
365
τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
366
εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
367
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
368
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
369
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370
νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
371
ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
372
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
373
ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
374
ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375
ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
376
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
377
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
378
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
379
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
380
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
381
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
382
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
383
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
384
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
386
ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
387
ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
388
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
389
ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
390
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
391
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
392
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
393
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
394
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
395
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
396
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
397
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
398
Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
399
βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
400
ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
401
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
402
γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
403
αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
404
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
405
ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
406
ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
407
Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
408
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
409
ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410
βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
411
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
412
ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
413
πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
414
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
415
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
416
γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
417
αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
418
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
419
ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
420
ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
421
Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
422
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
423
ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
424
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
425
ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
426
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
427
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
428
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
429
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
430
ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
431
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
432
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
433
τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
434
καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
435
ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
436
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
437
μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
438
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
439
Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
440
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
441
ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
442
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
443
ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
444
αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
446
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
447
τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
448
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
449
ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450
πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
451
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
452
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
453
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
454
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
455
οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
456
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
457
ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
458
πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
459
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
461
Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
462
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
463
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
464
ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
465
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
466
ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
467
βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
468
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
469
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
470
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
471
ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
472
ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
473
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
474
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475
ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
476
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
477
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
478
χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
479
γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
480
ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
481
τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
482
οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
483
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
484
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485
ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
486
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
487
Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
488
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
489
Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
491
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
492
ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
493
τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
494
ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
495
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
496
τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
497
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
498
νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
499
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
500
ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
501
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
502
ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
503
δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
504
λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
505
ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
506
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
507
σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
508
ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
509
καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
510
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
511
φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
512
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
513
ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
514
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515
νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
516
Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
517
κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
518
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
519
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
520
θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
521
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
522
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
523
ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
524
μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525
τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
526
ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
527
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
528
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
529
ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530
πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
531
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
532
εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
533
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
534
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
536
μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
537
κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
538
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
539
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540
τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
541
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
542
ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
543
οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
544
δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
545
ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
546
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
547
σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
548
ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
549
κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
550
ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,
551
οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
552
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
553
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
554
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555
ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
556
φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
557
ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
558
καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
559
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
560
τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
561
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
562
χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
563
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
564
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565
ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.