Scroll 3
1
Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
2
οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
3
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
4
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
5
ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
6
ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
7
ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
8
ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
9
εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
10
οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
11
στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
12
ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
13
τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
14
Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
15
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
16
πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
17
ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
18
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
19
λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
20
ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
21
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
22
Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
23
οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
24
αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
25
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
26
Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
27
ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
28
οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
29
ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
30
καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
31
ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
32
ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
33
δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
34
οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
35
χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
36
πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
37
ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
38
κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
39
πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
40
δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
41
χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
42
Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
43
εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
44
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
45
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
46
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
47
σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
48
εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
49
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
50
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
51
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
52
χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
53
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
54
αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
55
κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
56
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
57
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
58
αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
59
σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
60
δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
61
οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
62
ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
63
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
64
ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
65
οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
66
μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
67
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
68
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
69
νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
70
ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
71
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
72
ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
73
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
74
ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
75
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
76
θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
77
θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
78
ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
79
ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
80
εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
81
ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
82
πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
83
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
84
δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
85
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
86
ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
87
πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
88
κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
89
οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
90
εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
91
εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
92
τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
93
κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
94
ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
95
πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
96
μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
97
ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
98
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
99
ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
100
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
101
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
102
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103
ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
104
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
105
ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
106
πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
107
ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
108
μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
109
ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
110
ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
111
ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
112
Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
113
ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
114
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
115
οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
116
ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
117
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
118
εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
119
παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
120
ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
121
ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
122
παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
123
κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
124
ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
125
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
126
ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
127
οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
128
ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
129
φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
130
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
131
βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
132
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
133
Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
134
πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
135
μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
136
ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
137
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
138
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
139
οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
140
μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
141
ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
142
νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
143
οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
144
λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
145
ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
146
νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
147
οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
148
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
149
ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
150
ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
151
νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
152
ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
153
ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
154
κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
155
ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
156
αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
157
ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
158
ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
159
ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
160
οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
161
σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
162
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
163
ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
164
αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
165
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
166
φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
167
φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
168
ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
169
ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
170
ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
171
νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
172
ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
173
ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
174
δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
175
τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
176
ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
177
ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
178
ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
179
πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
180
τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
181
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
182
ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
183
οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
184
ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
185
κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
186
ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
187
πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
188
εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
189
οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
190
εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
191
πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
192
οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
193
Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
194
ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
195
ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
196
ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
197
ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
198
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
199
καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
200
ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
201
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
202
ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
203
καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
204
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
205
αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
206
τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
207
οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
208
ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
209
πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
210
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
211
ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
212
φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
213
ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
214
εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
215
ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
216
τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
217
ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
218
εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
219
ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
220
δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
221
οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
222
ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
223
εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
224
τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
225
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
226
ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
227
λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
228
ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
229
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
230
Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
231
ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
232
βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
233
οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
234
ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
235
ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
236
ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
237
καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
238
μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
239
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
240
Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
241
κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
242
φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
243
νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
244
Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
245
τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
246
ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
247
ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
248
πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
249
ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
250
Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
251
ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
252
πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
253
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
254
τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
255
ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
256
εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
257
Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
258
τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
259
ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
260
κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
261
κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
262
ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
263
ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
264
πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
265
ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
266
δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
267
πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
268
Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
269
ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
270
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
271
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
272
τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
273
πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
274
πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
275
ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
276
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
277
Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
278
ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
279
ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
280
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
281
πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
282
Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
283
νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
284
ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
285
ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
286
ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
287
ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
288
ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
289
ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
290
κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
291
ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
292
ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
293
ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
294
ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
295
ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
296
ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
297
αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
298
ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
299
κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
300
Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
301
ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
302
ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
303
τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
304
κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
305
ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
306
τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
307
ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
308
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
309
ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
310
μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
311
αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
312
πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
313
καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
314
κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
315
οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
316
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
317
ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
318
ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
319
ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
320
ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
321
ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
322
αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
323
ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
324
εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
325
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
326
ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
327
λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
328
ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
329
ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
330
τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
331
ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
332
ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
333
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
334
σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
335
ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
336
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
337
ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
338
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
339
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
340
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
341
γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
342
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
343
δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
344
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
345
Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
346
Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
347
ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
348
ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
349
ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
350
οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
351
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
352
οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
353
νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
354
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
355
ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
356
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
357
εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
358
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
359
ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
360
σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
361
εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
362
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
363
οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
364
πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
365
ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
366
νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
367
εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
368
οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
369
πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
370
οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
371
ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
372
φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
373
θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
374
Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
375
ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
376
εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
377
οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
378
ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
379
ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
380
ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
381
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
382
σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
383
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
384
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
385
ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
386
τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
387
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
388
ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
389
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
390
τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
391
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
392
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
393
τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
394
εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
395
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
396
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
397
τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
398
Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
399
τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
400
πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
401
ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
402
αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
403
τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
404
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
405
ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
406
ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
407
οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
408
λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
409
Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
410
ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
411
Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
412
σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
413
ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
414
Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
415
τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
416
πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
417
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
418
καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
419
ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
420
ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
421
ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
422
ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
423
εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
424
πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
425
εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
426
ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
427
οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
428
δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
429
ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
430
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
431
ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
432
Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
433
ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
434
ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
435
οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
436
ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
437
χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
438
ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
439
βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
440
χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
441
ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
442
ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
443
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
444
Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
445
χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
446
εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
447
αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
448
αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
449
ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
450
αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
451
θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
452
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
453
οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
454
ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
455
τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
456
αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
457
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
458
δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
459
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
460
λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
461
αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
462
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
463
ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
464
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
465
Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
466
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
467
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
468
ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
469
πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
470
οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
471
δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
472
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
473
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
474
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
475
παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
476
ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
477
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
478
καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
479
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
480
ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
481
ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
482
πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
483
ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
484
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
485
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
486
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
487
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
488
ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
489
υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
490
ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
491
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
492
ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
493
ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
494
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
495
ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
496
ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
497
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.