Scroll 18
1
ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ
2
πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ
3
ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς
4
οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
5
Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ
6
ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,
7
οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
8
ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,
9
καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·
10
εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
11
οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,
12
ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
13
ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
14
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
15
δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,
16
οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
17
οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ
18
ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης
19
ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
20
χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,
21
μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
22
αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
23
αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
24
δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
25
τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
26
ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
27
γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
28
κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
29
γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
30
ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
31
μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
32
ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
33
οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
34
τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
35
ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
36
ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
37
οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
38
ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
39
χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
40
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,
41
ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
42
τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
43
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
44
γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ
45
κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·
46
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
47
τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·
48
αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον
49
πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
50
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
51
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
52
ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι
53
ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ
54
ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
55
ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,
56
μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ
57
πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
58
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
59
αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
60
τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
61
ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
62
τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
63
δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
64
ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
65
Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
66
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
67
ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
68
καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
69
στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
70
ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
71
μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
72
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
73
ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
74
οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
75
ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
76
ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
77
δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
78
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
79
νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
80
εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,
81
ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
82
ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
83
αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,
84
πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,
85
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
86
ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,
87
μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
88
ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
89
ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
90
δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς
91
ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,
92
ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
93
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
94
ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
95
δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον
96
Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
97
ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,
98
κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας
99
λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ
100
χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς
101
ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,
102
αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς
103
εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,
104
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
105
ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,
106
μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι
107
λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
108
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
109
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
110
ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω
111
ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·
112
Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
113
ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
114
ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας
115
ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε
116
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
117
ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
118
Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,
119
ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ
120
ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας
121
καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·
122
χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω
123
ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
124
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
125
Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·
126
τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,
127
Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
128
τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
129
τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
130
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,
131
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
132
οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,
133
ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
134
ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,
135
καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·
136
τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων
137
οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.
138
καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,
139
πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,
140
πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
141
τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,
142
ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
143
οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,
144
κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν
145
ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης
146
δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων
147
οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,
148
ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
149
οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω
150
μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
151
ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,
152
ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
153
αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,
154
νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
155
ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη
156
Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
157
ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
158
τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
159
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
160
μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα
161
θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο
162
μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
163
ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
164
Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,
165
μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
166
παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,
167
μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,
168
οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
169
τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
170
ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
171
ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,
172
χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·
173
μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα
174
ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
175
ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα
176
ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
177
τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
178
Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,
179
χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·
180
ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,
181
ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
182
ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι
183
ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·
184
οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
185
ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
186
ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
187
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
188
κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,
189
εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα
190
αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων
191
ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
192
κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν
193
ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια
194
χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·
195
καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,
196
λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
197
ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,
198
ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο
199
φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,
200
καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·
201
ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
202
αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ
203
αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν
204
αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο
205
παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
206
ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,
207
οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
208
ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
209
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
210
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
211
ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
212
τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
213
πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
214
ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·
215
Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
216
παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·
217
νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,
218
καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,
219
ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,
220
οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
221
οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,
222
ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
223
πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν
224
ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
225
σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
226
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
227
μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
228
αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,
229
ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
230
ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·
231
ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος
232
οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
233
οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη
234
μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
235
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
236
οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι
237
νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,
238
οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,
239
ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν
240
ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,
241
οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι
242
οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
243
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
244
Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·
245
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
246
εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,
247
πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν
248
ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν
249
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
250
τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
251
Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
252
ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον
253
Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
254
εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,
255
μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
256
νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
257
ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,
258
δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·
259
ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς
260
ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·
261
καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
262
ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
263
ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
264
ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
265
τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
266
αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
267
μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
268
ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
269
αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
270
γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
271
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
272
νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
273
οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
274
ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
275
μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
276
οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
277
μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
278
αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
279
κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
280
ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
281
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
282
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν
283
μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
284
τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
285
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
286
δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,
287
δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
288
ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
289
πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
290
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
291
δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
292
Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,
293
ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι
294
χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
295
ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.
296
χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
297
ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,
298
τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
299
ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος
300
ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
301
ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
302
ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
303
τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
304
οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
305
τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
306
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
307
αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
308
ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
309
αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
310
καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
311
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
312
αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
313
δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
314
ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
315
τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
316
ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
317
αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
318
ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
319
οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
320
ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
321
τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,
322
τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,
323
παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
324
ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,
325
ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
326
ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
327
ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,
328
οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,
329
ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,
330
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
331
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
332
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
333
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
334
μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,
335
ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι
336
δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
337
τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
338
ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
339
κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
340
ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
341
βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης
342
ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
343
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν
344
ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ
345
ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
346
μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
347
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
348
δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
349
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,
350
κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.
351
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
352
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
353
οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
354
ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
355
κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
356
ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
357
ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
358
ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—
359
αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;
360
ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
361
εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.
362
ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις
363
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον
364
βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.
365
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
366
Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο
367
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,
368
ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,
369
καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου
370
νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.
371
εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,
372
αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,
373
ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
374
τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·
375
τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
376
εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων
377
σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε
378
καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,
379
τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,
380
οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.
381
ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·
382
καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,
383
οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.
384
εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
385
αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,
386
φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.
387
ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
388
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
389
ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις
390
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ
391
ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ
392
τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
393
ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
394
ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς
395
Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,
396
Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα
397
δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,
398
αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.
399
μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
400
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
401
αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι
402
πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.
403
νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς
404
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
405
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο
406
δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ
407
βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.
408
ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,
409
ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.
410
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
411
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
412
τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε
413
Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·
414
ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
415
ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
416
μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
417
δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
418
ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
419
ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·
420
τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος
421
Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.
422
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.
423
τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,
424
κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·
425
νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι
426
σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.
427
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
428
βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.