Scroll 8
1
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2
ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
3
ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
4
τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
5
Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
6
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
7
πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
8
εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
9
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
10
καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
11
δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
12
εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
13
ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
14
πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
15
ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
16
καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
17
ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
18
υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
19
θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
20
καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
21
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
22
δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
23
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
24
αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
25
τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
26
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
27
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
28
ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
29
ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
30
πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
31
ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
32
οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
33
ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
34
ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35
πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
36
κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
37
δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
38
ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
39
ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
40
κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
41
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
42
ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
43
μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
44
Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
45
τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
46
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
47
σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
48
κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
49
βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
50
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
51
νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
52
ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
53
ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
54
πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
55
ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
56
βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
57
πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
58
ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
59
τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
60
ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
61
τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
62
κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
63
τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
64
ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
65
τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
66
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
67
κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
68
αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
69
κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
70
πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
71
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
72
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
73
μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
74
οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
75
νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
76
ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
77
ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
78
χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
79
ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
80
Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
81
χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
82
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
83
ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
84
πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
85
κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
86
αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
87
ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
88
δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
89
καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
90
αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
91
Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
92
ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
93
ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
94
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
95
ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
96
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
97
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
98
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
99
φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
100
νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
101
πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
102
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
103
πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
104
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
105
κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
106
Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
107
κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
108
Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
109
βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,
110
μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
111
ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
112
Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
113
Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
114
Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·
115
ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
116
Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
117
πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
118
ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
119
Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
120
οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
121
τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
122
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
123
τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
124
ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
125
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
126
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
127
τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
128
ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
129
δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
130
πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
131
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
132
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
133
δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
134
οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
135
μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
136
αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
137
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
138
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
139
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
140
τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
141
Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
142
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
143
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
144
στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
145
δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
146
εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
147
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
148
ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
149
ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
150
σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
151
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
152
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
153
Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
154
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
155
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
156
νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
157
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
158
τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
159
οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
160
ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,
161
ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
162
ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
163
φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
164
κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.
165
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
166
ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
167
οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
168
ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.
169
ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
170
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν
171
τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει
172
αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
173
ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
174
ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
175
ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
176
ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
177
οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.
178
ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
179
εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,
180
ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω
181
ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.
182
νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην
183
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
184
ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·
185
θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
186
ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
187
μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
188
ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
189
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
190
βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ
191
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
192
λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων
193
ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη
194
ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
195
καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
196
ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
197
ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·
198
οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.
199
ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
200
χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.
201
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
202
τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
203
ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
204
τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
205
δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,
206
ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
207
πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
208
ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
209
ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
210
ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
211
δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
212
τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
213
ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
214
πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
215
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·
216
πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
217
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
218
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
219
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
220
δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.
221
τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
222
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
223
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
224
οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
225
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
226
τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
227
ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
228
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
229
δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
230
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
231
Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
232
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
233
ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
234
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
235
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
236
ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
237
ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
238
χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
239
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
240
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·
241
ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
242
εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
243
δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
244
ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
245
Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
246
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
247
ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
248
αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
249
εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
250
ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
251
παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
252
οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
253
ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
254
Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
255
οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
256
ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
257
οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
258
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
259
δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
260
λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
261
κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
262
Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι
263
πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
264
πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
265
μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
266
αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
267
ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,
268
ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
269
λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν
270
Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
271
Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
272
Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
273
βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
274
ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
275
ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
276
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
277
βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,
278
ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
279
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
280
ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,
281
οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
282
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
283
εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
284
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
285
οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
286
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
287
βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
288
ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
289
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
290
ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,
291
ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
292
δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
293
οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
294
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
295
ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
296
τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
297
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
298
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
299
καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
300
ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
301
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
302
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
303
βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
304
ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
305
σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·
306
Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
307
δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
308
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
309
αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
310
οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
311
ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
312
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
313
ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
314
εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
315
οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
316
καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
317
εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
318
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
319
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
320
οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
321
ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
322
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
323
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
324
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
325
ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·
326
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
327
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
328
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
329
οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
330
ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
331
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
332
χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
333
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
334
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
335
Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
336
ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
337
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
338
τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
339
αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
340
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
341
ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
342
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
343
ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
344
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
345
Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
346
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
347
λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
348
τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
349
τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
350
μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·
351
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
352
πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
353
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
354
τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
355
Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
356
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
357
τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
358
οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
359
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
360
τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
361
αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
362
ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
363
ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
364
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
365
ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
366
ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
367
ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
368
τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
369
Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
370
Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
371
μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
372
οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
373
πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
374
τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
375
ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς
376
ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
377
αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,
378
ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
379
ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι
380
ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
381
δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·
382
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
383
ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
384
ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.
385
ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,
386
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
387
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
388
ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
389
ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
390
δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
391
ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·
392
τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
393
καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
394
αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν
395
ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
396
Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
397
καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
398
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,
399
δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
400
τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·
401
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
402
τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
403
δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
404
ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
405
ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.
406
ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
407
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
408
χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται
409
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
410
σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι
411
δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
412
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
413
καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
414
μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
415
τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
416
ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
417
δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
418
καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·
419
δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
420
μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
421
τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,
422
ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
423
δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·
424
δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·
425
ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
426
ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,
427
ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα
428
δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,
429
δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
430
καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
431
χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα
432
σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
433
ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
434
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
435
αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
436
ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
437
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
438
τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
439
ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,
440
ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·
441
ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
442
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
443
αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,
444
μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε
445
εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
446
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
447
αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν
448
ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
449
αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
450
ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ
451
θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
452
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
453
τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
454
τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
455
ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
456
ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
457
ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
458
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
459
θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
460
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
461
χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ
462
μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
463
τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
464
Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
465
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
466
οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
467
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
468
αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.
469
ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
470
οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
471
κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
472
Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν
473
μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
474
δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
475
νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
476
ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·
477
κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
478
Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
479
πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
480
τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας
481
οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
482
ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
483
ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
484
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
485
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
486
δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
487
Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
488
ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
489
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
490
ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,
491
ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
492
ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
493
δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
494
ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
495
ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
496
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
497
αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
498
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
499
ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
500
ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
501
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
502
Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
503
ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
504
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
505
ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον
506
ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
507
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
508
ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
509
ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
510
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·
511
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
512
δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
513
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
514
ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
515
ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
516
ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
517
αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
518
βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
519
κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
520
νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
521
ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
522
τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
523
ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
524
ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
525
ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·
526
ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
527
ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε
528
κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
529
εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·
530
τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·
531
ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.
532
ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
533
Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,
534
ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
535
αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
536
κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
537
Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·
538
οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.
539
ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
540
ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο
541
ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
542
ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,
543
ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·
544
εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,
545
πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
546
ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται
547
ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
548
τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
549
ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.
550
εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
551
ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
552
οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,
553
οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
554
ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
555
εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,
556
ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·
557
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
558
οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·
559
ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
560
καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
561
ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
562
ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
563
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
564
ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
565
Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
566
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
567
φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
568
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
569
ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
570
ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν
571
ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
572
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
573
ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
574
ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
575
ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
576
οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
577
εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
578
Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
579
τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
580
ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
581
ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
582
ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
583
κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
584
ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
585
ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
586
γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.