Scroll 21
1
τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
2
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
3
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
4
ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
5
κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
6
εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
7
καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
8
βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
9
ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
10
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
11
ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
12
ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
13
δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
14
Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
15
τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
16
οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
17
ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
18
μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
19
νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
20
τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
21
παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
22
Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
23
δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
24
αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
25
ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
26
φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
27
ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
28
σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
29
τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
30
ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
31
τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
32
τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
33
κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
34
τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
35
ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
36
γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
37
Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
38
ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
39
ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
40
ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
41
κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
42
ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
43
οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
44
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
45
ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
46
αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
47
ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
48
ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
49
βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
50
πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
51
ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
52
ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
53
ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
54
αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
55
ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
56
κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
57
ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
58
βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
59
τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
60
ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
61
τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
62
κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
63
ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
64
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
65
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
66
ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
67
αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
68
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
69
ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
70
ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
71
μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
72
ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
73
ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
74
θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
75
ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
76
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
77
τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
78
κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
79
τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
80
ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
81
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
82
δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
83
κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
84
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
85
νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
86
ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
87
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
88
κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
89
ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
90
κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
91
μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
92
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
93
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
94
οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
95
καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
96
ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
97
νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
98
ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
99
ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
100
ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
101
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
102
ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
103
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
104
ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
105
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
106
ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
107
οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
108
οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
109
οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
110
καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
111
ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
112
δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
113
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
114
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
115
οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
116
λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
117
οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
118
ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
119
ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
120
πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
121
πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
122
ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
123
ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
124
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
125
τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
126
τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
127
νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
128
καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
129
ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
130
τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
131
ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
132
ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
133
ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
134
ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
135
τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
136
ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
137
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
138
αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
139
ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
140
τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
141
ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
142
ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
143
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
144
Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
145
ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
146
ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
147
ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
148
ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
149
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
150
οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
151
ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
152
ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
153
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
154
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
155
τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
156
ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
157
νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
158
γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
159
αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
160
ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
161
μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
162
γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
163
ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
164
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
165
αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
166
ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
167
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
168
Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
169
δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
170
εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
171
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
172
οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
173
οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
174
ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
175
ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
176
ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
177
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
178
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
179
ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
180
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
181
ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
182
πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
183
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
184
τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
185
ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
186
Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
187
ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
188
τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
189
βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
190
ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
191
ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
192
φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
193
βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
194
ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
195
ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
196
ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
197
ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
198
εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
199
τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
200
Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
201
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
202
γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
203
ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
204
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
205
αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
206
ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
207
ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
208
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
209
γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
210
οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
211
εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
212
σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
213
εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
214
ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
215
οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
216
Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
217
εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
218
ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
219
οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
220
Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
221
ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
222
τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
223
κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
224
καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
225
ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
226
καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
227
εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
228
παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
229
ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
230
ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
231
πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
232
ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
233
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
234
ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
235
ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
236
κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
237
ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
238
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
239
προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
240
σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
241
κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
242
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
243
ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
244
ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
245
Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
246
θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
247
ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
248
ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
249
ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
250
οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
251
εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
252
ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
253
ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
254
ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
255
τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
256
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
257
Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
258
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
259
ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
260
κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
261
ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
262
ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
263
ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
264
ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
265
ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
266
αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
267
ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
268
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
269
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
270
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
271
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
272
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
273
οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
274
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
275
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
276
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
277
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
278
λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
279
νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
280
ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
281
ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
282
χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
283
ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
284
ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
285
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
286
δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
287
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
288
ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
289
οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
290
δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
291
μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
292
ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
293
οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
294
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
295
οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
296
ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
297
ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
298
μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
299
ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
300
ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
301
ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
302
ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
303
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
304
οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
305
ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
306
ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
307
ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
308
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
309
πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
310
πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
311
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
312
Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
313
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
314
ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
315
ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
316
οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
317
οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
318
μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
319
ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
320
τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
321
κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
322
οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
323
ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
324
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
325
ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
326
μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
327
ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
328
ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
329
ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
330
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
331
Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
332
ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
333
ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
334
οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
335
πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
336
ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
337
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
338
εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
339
ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
340
δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
341
καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
342
πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
343
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
344
μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
345
κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
346
οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
347
οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
348
τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
349
καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
350
ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
351
ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
352
ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
353
πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
354
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
355
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
356
ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
357
κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
358
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
359
αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
360
μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
361
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
362
πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
363
πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
364
οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
365
ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
366
ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
367
δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
368
Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
369
ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
370
μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
371
βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
372
αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
373
μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
374
τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
375
ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
376
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
377
μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
378
Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
379
ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
380
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
381
Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
382
κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
383
ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
384
ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
385
προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
386
ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
387
κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
388
σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
389
κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
390
κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
391
βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
392
ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
393
εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
394
πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
395
μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
396
ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
397
ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
398
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
399
ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
400
νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
401
ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
402
αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
403
ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
404
ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
405
αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
406
ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
407
ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
408
ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
409
ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
410
δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
411
ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
412
μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
413
ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
414
γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
415
ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
416
εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
417
γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
418
κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
419
τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
420
αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
421
ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
422
πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
423
ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
424
Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
425
ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
426
δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
427
οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
428
νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
429
ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
430
μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
431
ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
432
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
433
ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
434
πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.