Scroll 15
1
ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
2
ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
3
νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
4
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
5
εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
6
ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
7
Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
8
νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
9
ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
10
Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
11
κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
12
οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
13
κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
14
ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
15
πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
16
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
17
Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
18
μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
19
μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
20
οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
21
κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
22
παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
23
οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
24
ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
25
δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
26
εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
27
ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
28
μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
29
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
30
ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
31
ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
32
ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
33
ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
34
νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
35
ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
36
αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
37
νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
38
αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
39
ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
40
ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
41
ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
42
οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
43
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
44
αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
45
λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
46
ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
47
ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
48
τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
49
Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
50
νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
51
ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
52
ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
53
καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
54
τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
55
ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
56
ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
57
ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
58
ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
59
τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
60
σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
61
δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
62
ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
63
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
64
Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
65
ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
66
ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
67
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
68
Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
69
ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
70
ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
71
ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
72
ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
73
ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
74
χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
75
ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
76
καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
77
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
78
ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
79
δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
80
εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
81
ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
82
ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
83
αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
84
ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
85
ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
86
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
87
Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
88
βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
89
οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
90
μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
91
ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
92
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
93
αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
94
δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
95
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
96
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
97
τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
98
ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
99
αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
100
οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
101
ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
102
Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
103
υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
104
ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
105
ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
106
τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
107
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
108
ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
109
βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
110
Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
111
Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
112
ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
113
δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
114
δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
115
δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
116
ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
117
ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
118
Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
119
κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
120
ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
121
ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
122
θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
123
ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
124
πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
125
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
126
μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
127
σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
128
κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
129
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
130
ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
131
καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
132
δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
133
τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
134
ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
135
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
136
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
137
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
138
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
139
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
140
πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
141
οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
142
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
143
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
144
δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
145
ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
146
ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
147
τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
148
οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
149
ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
150
στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
151
χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
152
εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
153
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
154
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
155
καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
156
πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
157
νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
158
εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
159
ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
160
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
161
αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
162
ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
163
ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
164
δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
165
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
166
τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
167
φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
168
ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
169
ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
170
ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
171
τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
172
κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
173
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
174
ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
175
ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
176
ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
177
οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
178
οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
179
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
180
οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
181
τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
182
ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
183
ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
184
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
185
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
186
ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
187
υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
188
ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
189
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
190
ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
191
ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
192
μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
193
αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
194
καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
195
Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
196
μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
197
ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
198
ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
199
μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
200
μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
201
ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
202
ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
203
ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
204
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
205
στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
206
νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
207
ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
208
καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
209
σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
210
πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
211
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
212
οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
213
ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
214
ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
215
ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
216
ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
217
Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
218
ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
219
αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
220
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
221
αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
222
ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
223
νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
224
τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
225
μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
226
ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
227
ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
228
δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
229
Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
230
ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
231
εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
232
δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
233
εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
234
τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
235
ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
236
ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
237
ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
238
ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
239
Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
240
ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
241
ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
242
γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
243
Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
244
αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
245
ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
246
παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
247
ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
248
τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
249
Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
250
ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
251
κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
252
αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
253
θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
254
ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
255
ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
256
τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
257
ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
258
σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
259
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
260
ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
261
λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
262
σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
263
εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
264
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
265
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
266
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
267
ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
268
εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
269
τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
270
ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
271
τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
272
οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
273
ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
274
Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
275
τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
276
φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
277
ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
278
μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
279
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
280
οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
281
ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
282
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
283
καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
284
ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
285
ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
286
εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
287
Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
288
ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
289
ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
290
στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
291
ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
292
τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
293
λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
294
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
295
βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
296
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
297
ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
298
ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
299
ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
300
ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
301
τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
302
δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
303
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
304
τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
305
ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
306
αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
307
κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
308
ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
309
πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
310
ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
311
ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
312
πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
313
καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
314
ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
315
καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
316
εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
317
αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
318
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
319
Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
320
ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
321
δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
322
πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
323
δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
324
οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
325
τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
326
ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
327
ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
328
εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
329
τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
330
οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
331
ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
332
αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
333
οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
334
σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
335
ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
336
οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
337
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
338
κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
339
πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
340
τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
341
αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
342
ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
343
πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
344
ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
345
ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
346
νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
347
εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
348
πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
349
ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
350
ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
351
τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
352
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
353
Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
354
θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
355
ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
356
κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
357
ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
358
ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
359
λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
360
ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
361
ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
362
τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
363
οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
364
θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
365
τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
366
αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
367
τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
368
αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
369
καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
370
ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
371
νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
372
ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
373
τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
374
ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
375
οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
376
ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
377
ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
378
καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
379
ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
380
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
381
ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
382
πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
383
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
384
ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
385
ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
386
ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
387
ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
388
τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
389
τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
390
ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
391
σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
392
ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
393
ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
394
πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
395
τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
396
εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
397
δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
398
νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
399
κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
400
μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
401
ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
402
τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
403
νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
404
Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
405
οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
406
εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
407
πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
408
νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
409
ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
410
ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
411
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
412
ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
413
τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
414
Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
415
ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
416
τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
417
ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
418
καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
419
τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
420
πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
421
εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
422
θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
423
εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
424
ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
425
ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
426
κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
427
ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
428
ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
429
τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
430
τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
431
ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
432
ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
433
αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
434
τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
435
εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
436
ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
437
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
438
αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
439
τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
440
σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
441
ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
442
ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι
443
ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ
444
δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
445
ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
446
ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
447
ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·
448
οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
449
καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
450
παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
451
κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
452
τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον
453
ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
454
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
455
οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες
456
ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
457
ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
458
καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
459
ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
460
χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
461
τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
462
χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
463
ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
464
ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
465
ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
466
εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
467
ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
468
οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
469
ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ
470
ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
471
δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
472
ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
473
ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
474
οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
475
νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
476
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
477
ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
478
τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,
479
ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
480
καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
481
ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
482
τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
483
ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
484
οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
485
τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
486
Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
487
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
488
ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
489
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
490
ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
491
ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
492
πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
493
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
494
καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
495
αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
496
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
497
καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
498
ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
499
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
500
δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
501
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
502
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
503
ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
504
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
505
ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
506
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
507
δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
508
τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
509
πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
510
ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
511
ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
512
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
513
ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
514
ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
515
χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
516
ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
517
φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
518
ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
519
Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
520
τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
521
καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
522
μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
523
ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
524
εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
525
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
526
κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι
527
τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
528
μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
529
τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
530
ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
531
Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
532
ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
533
ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
534
ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
535
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
536
αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
537
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
538
ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
539
ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·
540
Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
541
πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
542
καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
543
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
544
τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
545
Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
546
τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
547
ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
548
αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
549
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
550
Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
551
εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
552
νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
553
οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
554
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
555
τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
556
ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
557
ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,