Scroll 14

1
αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
2
χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
3
πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
4
κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
5
τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
6
ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
7
καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
8
αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
9
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
10
ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
11
σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
12
πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
13
ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
14
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
15
πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
16
θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
17
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
18
ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
19
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
20
οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
21
πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
22
τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
23
αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
24
τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
25
ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
26
οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
27
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
28
ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
29
ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
30
οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
31
ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
32
ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
33
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
34
ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
35
τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
36
πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
37
ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
38
ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
39
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
40
ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
41
ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
42
ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
43
πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
44
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
45
ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
46
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
47
εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
48
ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
49
εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
50
ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
51
αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
52
ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
53
Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
54
ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
55
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
56
ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
57
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
58
ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
59
γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
60
αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
61
οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
62
ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
63
οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
64
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
65
ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
66
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
67
τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
68
ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
69
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
70
καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
71
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
72
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
73
βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
74
ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
75
εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
76
ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
77
θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
78
ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
79
αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
80
ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
81
χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
82
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
83
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
84
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
85
καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
86
ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
87
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
88
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
89
οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
90
κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
91
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
92
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
93
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
94
οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
95
οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
96
ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
97
ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
98
οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
99
ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
100
δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
101
τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
102
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
103
ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
104
ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
105
τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
106
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
107
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
108
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
109
ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
110
ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
111
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
112
καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
113
οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
114
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
115
ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
116
ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
117
φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
118
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
119
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
120
εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
121
τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
122
ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
123
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
124
ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
125
ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
126
ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
127
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
128
ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
129
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
130
ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
131
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
132
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
133
τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
134
ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
135
ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
136
κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
137
ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
138
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
139
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
140
οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
141
οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
142
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
143
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
144
ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
145
τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
146
αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
147
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
148
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
149
ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
150
κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
151
ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
152
ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
153
αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
154
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
155
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
156
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
157
γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
158
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
159
ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
160
ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
161
τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
162
τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
163
οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
164
ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
165
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
166
ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
167
οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
168
πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
169
μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
170
ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
171
ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
172
ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
173
Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
174
νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
175
Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
176
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
177
πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
178
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
179
ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
180
ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
181
οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
182
νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
183
ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
184
ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
185
ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
186
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
187
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
188
ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
189
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
190
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
191
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
192
τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
193
εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
194
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
195
δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
196
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
197
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
198
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
199
ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
200
ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
201
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
202
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
203
παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
204
Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
205
ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
206
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
207
ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
208
εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
209
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
210
αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
211
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
212
εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
213
οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
214
ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
215
γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
216
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
217
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
218
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
219
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
220
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
221
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
222
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
223
οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
224
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
225
καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
226
λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
227
αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
228
ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
229
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
230
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
231
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
232
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
233
λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
234
δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
235
ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
236
ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
237
δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
238
νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
239
ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
240
ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
241
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
242
οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
243
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
244
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
245
κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
246
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
247
νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
248
ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
249
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
250
δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
251
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
252
ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
253
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
254
ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
255
νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
256
ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
257
πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
258
στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
259
ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
260
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
261
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
262
οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
263
αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
264
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
265
αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
266
οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
267
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
268
χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
269
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
270
μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
271
ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
272
τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
273
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
274
ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
275
αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
276
αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
277
καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
278
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
279
καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
280
ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
281
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
282
ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
283
ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
284
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
285
ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
286
χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
287
ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
288
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
289
τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
290
ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
291
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
292
ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
293
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
294
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
295
ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
296
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
297
κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
298
τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
299
ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
300
μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
301
ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
302
φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
303
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
304
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
305
Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
306
ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
307
ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
308
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
309
κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
310
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
311
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
312
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
313
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
314
ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
315
γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
316
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
317
ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
318
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
319
χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
320
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
321
ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
322
ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
323
καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
324
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
325
καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
326
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
327
τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
328
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
329
ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
330
ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
331
ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
332
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
333
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
334
ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
335
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
336
ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
337
ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
338
ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
339
ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
340
αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
341
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
342
ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
343
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
344
ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
345
ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
346
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
347
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
348
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
349
ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
350
ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
351
στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
352
νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
353
ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
354
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
355
φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
356
μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
357
νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
358
ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
359
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
360
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
361
ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
362
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
363
ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
364
εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
365
μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
366
νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
367
πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
368
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
369
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
370
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
371
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
372
αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
373
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
374
ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
375
ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
376
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
377
ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
378
ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
379
ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
380
ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
381
ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
382
φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
383
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
384
καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
385
πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
386
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
387
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
388
οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
389
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
390
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
391
ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
392
οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
393
ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
394
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
395
εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
396
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
397
Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
398
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
399
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
400
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
401
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
402
ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
403
εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
404
ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
405
αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
406
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
407
νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
408
εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
409
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
410
ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
411
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
412
κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
413
αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
414
ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
415
τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
416
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
417
ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
418
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
419
οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
420
τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
421
λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
422
ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
423
ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
424
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
425
κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
426
τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
427
αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
428
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
429
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
430
μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
431
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
432
βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
433
ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
434
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
435
τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
436
θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
437
νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
438
ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
439
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
440
αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
441
ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
442
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
443
ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
444
οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
445
ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
446
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
447
σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
448
ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
449
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
450
αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
451
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
452
πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
453
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
454
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
455
σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
456
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
457
νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
458
πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
459
τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
460
εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
461
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
462
κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
463
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
464
ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
465
καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
466
καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
467
ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
468
εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
469
ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
470
ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
471
τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
472
ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
473
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
474
ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
475
κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
476
πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
477
ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
478
ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
479
εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
480
αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
481
ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
482
ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
483
ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
484
καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
485
ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
486
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
487
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
488
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
489
οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
490
ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
491
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
492
φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
493
σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
494
ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
495
κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
496
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
497
εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
498
εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
499
ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
500
καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
501
βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
502
κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
503
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
504
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
505
ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
506
νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
507
τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
508
ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
509
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
510
τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
511
ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
512
νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
513
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
514
ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
515
αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
516
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
517
πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
518
ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
519
εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
520
ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
521
πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
522
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
523
ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
524
ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
525
ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
526
ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
527
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
528
πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
529
ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
530
ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
531
εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
532
βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
533
πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.