Scroll 11
1
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
2
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
3
ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
4
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
5
βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
6
ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
7
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
8
Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
9
ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10
ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
11
τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·
12
δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
13
ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
14
ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
15
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς
16
ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
17
οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
18
οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,
19
ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
20
νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
21
εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
22
ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.
23
ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
24
ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
25
βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
26
ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
27
πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
28
τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.
29
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
30
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
31
ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,
32
Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
33
παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
34
τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
35
ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
36
ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο
37
ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
38
νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες
39
παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
40
πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
41
ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·
42
οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
43
θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
44
δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
45
μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,
46
δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
47
ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·
48
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
49
ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα
50
αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
51
πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·
52
οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·
53
σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
54
ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
55
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
56
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
57
Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
58
ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
59
ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
60
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
61
ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
62
Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
63
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
64
ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν
65
ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.
66
νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
67
πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
68
Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·
69
οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
70
νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·
71
ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
72
μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
73
νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
74
ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
75
σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
76
ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
77
ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,
78
τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
79
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
80
ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
81
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
82
ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,
83
εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
84
ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
85
Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
86
τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
87
τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
88
ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
89
αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
90
ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
91
χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
92
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
93
τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
94
ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
95
ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
96
αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
97
ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
98
κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,
99
καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
100
νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
101
τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω
102
λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
103
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
104
ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
105
αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
106
ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
107
Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
108
βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα
109
Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
110
τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
111
καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
112
εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
113
νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
114
ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
115
νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,
116
ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
117
μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
118
ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
119
αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
120
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
121
ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
122
εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
123
ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
124
οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους
125
οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
126
σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
127
ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
128
φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
129
καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
130
ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
131
ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
132
οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας
133
ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
134
πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
135
ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
136
γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
137
ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
138
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
139
Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
140
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
141
μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
142
ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν
143
ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
144
εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
145
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
146
ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
147
ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
148
αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
149
ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
150
ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
151
Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·
152
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ
153
ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,
154
καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
155
τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
156
ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
157
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
158
Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
159
πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
160
ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
161
νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
162
εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
163
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
164
μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
165
ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
166
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
167
γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
168
ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
169
Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
170
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
171
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
172
ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
173
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
174
εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
175
ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
176
ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
177
εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
178
ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
179
ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
180
ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
181
καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
182
σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
183
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
184
σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
185
Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
186
δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
187
πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
188
ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
189
δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
190
ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
191
ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
192
αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
193
πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
194
φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
195
ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
196
σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
197
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
198
οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
199
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
200
οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
201
τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
202
ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
203
σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
204
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
205
μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
206
τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
207
τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
208
ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
209
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
210
μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
211
ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
212
ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
213
ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
214
ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
215
ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
216
ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
217
οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
218
ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
219
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
220
ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
221
δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
222
ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
223
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
224
ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
225
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
226
ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
227
ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
228
αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
229
αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
230
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
231
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
232
οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
233
αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
234
ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
235
ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
236
ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
237
φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
238
ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
239
ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
240
καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
241
τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
242
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
243
πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
244
κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
245
λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
246
αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
247
ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
248
χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
249
τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
250
ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
251
νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
252
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
253
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
254
ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
255
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
256
ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
257
ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
258
τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
259
Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
260
τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
261
ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
262
καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
263
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
264
πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
265
ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
266
τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
267
ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
268
γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
269
καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
270
τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
271
μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
272
ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
273
γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
274
γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
275
ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
276
Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
277
ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
278
ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
279
ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
280
πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
281
καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
282
γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
283
ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
284
ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
285
ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
286
Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
287
τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
288
τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
289
τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
290
ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
291
ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
292
ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
293
δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
294
ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
295
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
296
καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
297
θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
298
καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
299
ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
300
Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
301
τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
302
οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
303
ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
304
τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
305
τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
306
εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
307
καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
308
Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
309
οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
310
καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
311
ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
312
εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
313
οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
314
φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
315
Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
316
Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
317
καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
318
ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
319
ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
320
ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
321
Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
322
κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
323
ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
324
ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
325
Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
326
Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
327
ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
328
πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
329
ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
330
πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
331
εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
332
ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
333
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
334
κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
335
τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
336
Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
337
εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
338
ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
339
τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
340
οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
341
κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
342
τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
343
ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
344
ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
345
μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
346
Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
347
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
348
τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
349
ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
350
ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
351
ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
352
δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
353
πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
354
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
355
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
356
εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
357
πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
358
καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
359
πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
360
καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
361
πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
362
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
363
ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
364
ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
365
βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
366
ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
367
σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
368
μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
369
πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
370
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
371
εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
372
Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
373
νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
374
εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
375
καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
376
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
377
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
378
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
379
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
380
εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
381
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
382
κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
383
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
384
ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
385
αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
386
ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
387
ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
388
ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
389
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
390
ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
391
κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
392
πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·
393
ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
394
οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
395
τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
396
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
397
Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
398
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
399
ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
400
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
401
ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
402
βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,
403
ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
404
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
405
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
406
οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
407
ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
408
οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,
409
ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
410
ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
411
δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
412
ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι
413
νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
414
οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
415
ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
416
ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
417
μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·
418
ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
419
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
420
κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
421
οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
422
Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
423
ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
424
βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις
425
νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
426
χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.
427
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
428
ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
429
οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
430
κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
431
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
432
οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
433
οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
434
θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
435
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
436
ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
437
ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
438
ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
439
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
440
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
441
τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
442
μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
443
ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
444
ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
445
λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
446
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
447
ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
448
ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
449
νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
450
ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
451
καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
452
ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
453
ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
454
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
455
κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
456
νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
457
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
458
εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
459
ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
460
ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
461
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
462
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
463
Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
464
ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
465
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
466
ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
467
ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
468
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
469
Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
470
τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
471
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
472
καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
473
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
474
σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
475
πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
476
ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
477
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
478
ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
479
ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
480
εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
481
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
482
γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
483
οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
484
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
485
Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
486
ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
487
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
488
μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
489
βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
490
ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
491
ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
492
ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
493
ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
494
εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
495
ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
496
ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
497
οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
498
οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
499
τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
500
πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
501
εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
502
τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
503
οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
504
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
505
ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
506
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
507
πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
508
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
509
ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
510
ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
511
αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
512
Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
513
αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
514
οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
515
ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
516
πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
517
πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
518
ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
519
ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
520
ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
521
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
522
κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
523
αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
524
Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
525
ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
526
ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
527
δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
528
κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
529
οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
530
δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
531
ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
532
καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
533
ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
534
μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
535
ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
536
οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
537
γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
538
ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
539
φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
540
γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
541
αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
542
ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
543
οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
544
νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
545
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
546
τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
547
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
548
ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
549
τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
550
Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
551
τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
552
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
553
Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
554
οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
555
οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
556
τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
557
ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
558
ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
559
αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
560
ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
561
ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
562
ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
563
ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
564
ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
565
ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
566
ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
567
τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
568
ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
569
χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
570
ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
571
ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
572
τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
573
θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
574
τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
575
χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
576
καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
577
κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
578
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
579
δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
580
Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
581
Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
582
καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
583
ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
584
στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
585
ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
586
τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
587
γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
588
δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
589
ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
590
συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
591
τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
592
τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
593
καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
594
λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
595
ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
596
λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
597
ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
598
αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
599
αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
600
ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
601
τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
602
εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
603
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
604
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
605
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
606
πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
607
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
608
δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
609
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
610
χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
611
ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
612
ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
613
μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
614
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
615
ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
616
καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
617
διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
618
ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
619
ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
620
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
621
εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
622
δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
623
καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
624
φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
625
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
626
Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
627
ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
628
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
629
ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
630
καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
631
Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
632
ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
633
ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
634
μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
635
ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
636
αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
637
αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
638
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
639
τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
640
πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.