To Demeter

1
Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,
2
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
3
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
4
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
5
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
6
ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ
7
λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
8
νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
9
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
10
θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
11
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
12
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
13
κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
14
γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
15
ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
16
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
17
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
18
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
19
ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
20
ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
21
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
22
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
23
ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
24
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
25
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
26
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
27
κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
28
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
29
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
30
τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
31
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
32
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
33
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
34
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
35
αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
36
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
37
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
38
ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
39
φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
40
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
41
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
42
κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
43
σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
44
μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
45
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
46
οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
47
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
48
στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
49
οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50
πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
51
ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
52
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
53
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
54
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
55
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
56
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
57
φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
58
ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
59
ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
60
Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
61
ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
62
Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
63
στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
64
ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
65
ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
66
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
67
τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
68
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
69
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
71
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
72
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
73
οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
74
ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
75
Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
76
εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
77
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
78
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
79
ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80
αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
81
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
82
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
83
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
84
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
85
αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
86
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
87
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
88
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
89
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
90
Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
91
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
92
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
93
ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
94
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
95
εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
96
πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
97
ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
98
ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
99
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
100
ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
101
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
102
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
103
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
104
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
105
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
106
ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
107
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
108
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
109
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
110
Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
111
οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
112
ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
113
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
114
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
115
πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
116
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
117
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
118
ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
119
τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
120
χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
121
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
122
Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
123
νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
124
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
125
ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
126
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
127
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
128
δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
129
ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
130
λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
131
φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
132
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
133
οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
134
ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
135
ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
136
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
137
ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
138
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
139
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
140
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
141
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
142
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
143
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
144
δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
145
φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
146
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
147
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
148
τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
149
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
150
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
151
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
152
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
153
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
154
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
155
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
156
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
157
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
158
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
159
ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
160
εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
161
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
162
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
163
ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
164
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
165
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
166
εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
167
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
168
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
169
ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
170
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
171
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
172
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα
173
ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
174
αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ
175
ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
176
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
177
ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
178
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
179
τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
180
κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
181
ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
182
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
183
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
184
αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
185
βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
186
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
187
παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
188
ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
189
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
190
τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
191
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
192
ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
193
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
194
ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
195
πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
196
πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
197
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
198
δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
199
οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
200
ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
201
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
202
πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
203
πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
204
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
205
ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
206
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
207
πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
208
πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
209
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
210
ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
211
δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
212
τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
213
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
214
ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
215
καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
216
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
217
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
218
νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
219
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
220
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
221
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
222
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
223
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
224
τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
225
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
226
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
227
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
228
οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
229
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
230
οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
231
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
232
χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
233
ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
234
Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
235
ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος,
236
οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
237
χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
238
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
239
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240
λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
241
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
242
καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
243
εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
244
νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245
σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
246
δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
247
καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
248
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
249
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
250
ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
251
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
252
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
253
χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
254
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
255
καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
256
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
257
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
258
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
259
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
260
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
261
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
262
νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
263
τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
264
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
265
ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
266
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
267
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
268
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
269
ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
270
ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
271
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
272
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
273
ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
274
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
275
ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
276
γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
277
ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
278
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
279
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
280
αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
281
βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
282
δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
283
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
284
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
285
κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα
286
παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
287
ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
288
μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
289
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290
ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
291
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
292
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
293
δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
294
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
295
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
296
αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
297
ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
298
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
299
οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
300
τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος.
301
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
302
βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
303
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
304
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
305
αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
306
ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
307
σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
308
πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
309
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
310
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
311
λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
312
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
313
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
314
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315
Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
316
ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
317
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
318
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
319
εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
320
καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
321
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
322
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
323
ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
324
ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
325
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
326
πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
327
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
328
τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι.
329
ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
330
θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
331
οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
332
πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
333
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
334
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
335
εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
336
ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
337
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
338
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
339
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
340
Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
341
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
342
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
343
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
344
πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
345
ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
346
ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
347
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
348
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
349
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
350
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
351
ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
352
φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
353
σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
354
ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
355
μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
356
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
357
ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
358
ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
359
ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
360
ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
361
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
362
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
363
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
364
αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
365
δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
366
τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
367
τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
368
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
369
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
370
ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
371
καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς
372
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
373
ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
374
αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
375
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
376
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
377
ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
378
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
379
σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
380
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
381
οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
382
ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
383
ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
384
στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
385
νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα
386
ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
387
Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
388
μητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους
389
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
390
τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
391
αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς
392
παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
393
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
394
βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·
395
ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
396
καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
397
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
398
εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης
399
οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
400
τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
401
ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσι
402
παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
403
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
404
καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
405
τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
406
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
407
εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
408
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
409
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
411
αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ
412
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
413
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
414
ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
416
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
417
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
418
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
419
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
420
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
421
Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
422
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
423
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
424
Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
425
παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
426
μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
427
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
428
νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
429
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
430
χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
431
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
432
πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
433
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
434
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435
πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
436
ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
437
γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
438
τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
439
πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
440
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
441
ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
442
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
443
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
444
δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
445
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
446
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
447
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
448
ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
449
ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
450
ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
451
τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
452
ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
453
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
454
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455
ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
456
βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
457
ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
458
ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
459
τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
460
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
461
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
462
δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.
463
νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
464
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
465
τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
466
ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
467
ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
468
ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
469
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
470
ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
471
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
472
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
473
ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
474
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
475
Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
476
δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
477
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
478
σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
479
οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
480
ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
481
ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
482
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
483
αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
484
βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
485
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
486
σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
487
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
488
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
489
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
490
ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
491
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
492
πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
493
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
494
πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
495
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.