Scroll 1

1
ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
2
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
3
πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
4
πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
5
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
6
ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
7
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
8
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
9
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
10
τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
11
ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
12
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
13
τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
14
νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
15
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
16
ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
17
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
18
εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
19
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
20
νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
21
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
22
ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
23
Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
24
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
25
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
26
ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
27
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
28
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
29
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
30
τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
31
τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
32
ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
33
ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
34
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
35
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
36
γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
37
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
38
Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
39
μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
40
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
41
ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
42
ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
43
πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
44
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
45
ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
46
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
47
ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
48
ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
49
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
50
νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
51
νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
52
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
53
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
54
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
55
τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
56
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
57
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
58
ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
59
ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
60
ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
61
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
62
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
63
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
64
τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
65
πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
66
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
67
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
68
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
69
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
70
ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
71
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
72
Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
73
ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
74
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
75
οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
76
ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
77
νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
78
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
79
ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
80
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
81
ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
82
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
83
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
84
Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
85
νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
86
νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
87
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
88
αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
89
μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
90
εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
91
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
92
μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
93
πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
94
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
95
ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
96
ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
97
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
98
ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
99
εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
100
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
101
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
102
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
103
στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
104
οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
105
εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
106
εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
107
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
108
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
109
κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
110
οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
111
οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
112
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
113
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
114
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
115
ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
116
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
117
τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
118
τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
119
βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
120
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
121
χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
122
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
123
χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
124
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
125
ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
126
οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
127
ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
128
δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
129
ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
130
αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
131
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
132
πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
133
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
134
δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
135
ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
136
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
137
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
138
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
139
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
140
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
141
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
142
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
143
κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
144
ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
145
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
146
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
147
σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
148
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
149
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
150
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
151
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
152
μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
153
κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
154
Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
155
ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
156
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
157
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
158
ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
159
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
160
ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
161
ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
162
κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
163
εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
164
πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
165
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
166
νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
167
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
168
φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
169
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
170
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
171
ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
172
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
173
οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
174
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
175
ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
176
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
177
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
178
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
179
τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
180
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
181
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
182
νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
183
πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
184
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
185
νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
186
ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
187
ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
188
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
189
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
190
ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
191
γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
192
παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
193
ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
194
νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
195
σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
196
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
197
ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
198
νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
199
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
200
αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
201
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
202
οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
203
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
204
ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
205
φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
206
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
207
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
208
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
209
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
210
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
211
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
212
ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
213
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
214
τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
215
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
216
οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
217
ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
218
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
219
νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
220
τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
221
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
222
οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
223
θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
224
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
225
τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
226
εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
227
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
228
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
229
αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
230
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
231
ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
232
μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
233
ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
234
νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
235
οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
236
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
237
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
238
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
239
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
240
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
241
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
242
οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
243
κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
244
οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
245
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
246
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
247
ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
248
τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
249
ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
250
ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
251
οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
252
τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
253
ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
254
δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
255
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
256
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
257
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
258
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
259
ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
260
ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
261
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
262
ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
263
δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
264
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
265
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
266
πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
267
ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
268
ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
269
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
270
ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
271
εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
272
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
273
μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
274
μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
275
μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
276
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
277
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
278
πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
279
σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
280
νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
281
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
282
ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
283
ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
284
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
285
κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
286
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
287
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
288
ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
289
εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
290
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
291
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
292
πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
293
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
294
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
295
ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
296
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
297
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
298
ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
299
πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
300
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
301
καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
302
ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
303
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
304
ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
305
σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
306
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
307
ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
308
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
309
ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
310
ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
311
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
312
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
313
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
314
τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
315
μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
316
δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
317
αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
318
καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
319
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
320
ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
321
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
322
μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
323
θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
324
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
325
τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
326
ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
327
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
328
τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
329
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
330
κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
331
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
332
ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
333
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
334
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
335
ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
336
δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
337
Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
338
ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
339
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
340
οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
341
λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
342
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
343
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
344
ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
345
τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
346
μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
347
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
348
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
349
ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
350
τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
351
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
352
ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
353
σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
354
οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
355
ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
356
ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
357
ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
358
ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
359
πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
360
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
361
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
362
ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
363
κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
364
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
365
μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
366
πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
367
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
368
μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
369
νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
370
ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
371
τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
372
ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
373
πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
374
ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
375
ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
376
εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
377
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
378
κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
379
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
380
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
381
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
382
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
383
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
384
Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
385
ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
386
μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
387
ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
388
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
389
Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
390
καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
391
ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
392
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
393
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
394
ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
395
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
396
τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
397
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
398
καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
399
τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
400
Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
401
ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
402
κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
403
μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
404
κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
405
ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
406
ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
407
γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
408
ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
409
ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
410
οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
411
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
412
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
413
Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
414
οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
415
οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
416
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
417
ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
418
Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
419
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
420
ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
421
οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
422
τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
423
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
424
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
425
Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
426
ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
427
ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
428
τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
429
Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
430
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
431
πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
432
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
433
εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
434
ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
435
δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
436
ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
437
ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
438
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
439
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
440
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
441
βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
442
ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
443
ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
444
βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.